Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.285 Joseph. AJ 19.291 (English) >>Joseph. AJ 19.295

19.289ἀλλὰ καὶ αὐτοὺς ὑπὲρ ὧν παρεκλήθην ἀξίους κρίνας διὰ τὴν πρὸς Ῥωμαίους πίστιν καὶ φιλίαν, μάλιστα δὲ δίκαιον κρίνων μηδεμίαν μηδὲ Ἑλληνίδα πόλιν τῶν δικαίων τούτων ἀποτυγχάνειν, ἐπειδὴ καὶ ἐπὶ τοῦ θείου Σεβαστοῦ αὐταῖς ἦν τετηρημένα. 19.290καλῶς οὖν ἔχειν καὶ Ἰουδαίους τοὺς ἐν παντὶ τῷ ὑφʼ ἡμᾶς κόσμῳ τὰ πάτρια ἔθη ἀνεπικωλύτως φυλάσσειν, οἷς καὶ αὐτοῖς ἤδη νῦν παραγγέλλω μου ταύτῃ τῇ φιλανθρωπίᾳ ἐπιεικέστερον χρῆσθαι καὶ μὴ τὰς τῶν ἄλλων ἐθνῶν δεισιδαιμονίας ἐξουθενίζειν, τοὺς ἰδίους δὲ νόμους φυλάσσειν. 19.291τοῦτό μου τὸ διάταγμα τοὺς ἄρχοντας τῶν πόλεων καὶ τῶν κολωνιῶν καὶ μουνικιπίων τῶν ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἐκτός, βασιλεῖς τε καὶ δυνάστας διὰ τῶν ἰδίων πρεσβευτῶν ἐγγράψασθαι βούλομαι ἐκκείμενόν τε ἔχειν οὐκ ἔλαττον ἡμερῶν τριάκοντα ὅθεν ἐξ ἐπιπέδου καλῶς ἀναγνωσθῆναι δύναται.” 19.292

Τούτοις μὲν δὴ τοῖς διατάγμασιν εἰς Ἀλεξάνδρειάν τε καὶ τὴν οἰκουμένην πᾶσαν ἀποσταλεῖσιν ἐδήλωσεν ἣν περὶ Ἰουδαίων ἔχοι γνώμην Κλαύδιος Καῖσαρ· αὐτίκα δὲ Ἀγρίππαν κομιούμενον τὴν βασιλείαν ἐπὶ τιμαῖς λαμπροτέραις ἐξέπεμψε τοῖς ἐπὶ τῶν ἐπαρχιῶν ἡγεμόσιν καὶ τοῖς ἐπιτρόποις διὰ γραμμάτων ἐπιστείλας ἐράσμιον ἄγειν αὐτόν. 19.293 δʼ, ὡς εἰκὸς ἦν τὸν ἐπὶ κρείττοσιν τύχαις ἀνερχόμενον, μετὰ τάχους ὑπέστρεψεν, εἰς Ἱεροσόλυμα δʼ ἐλθὼν χαριστηρίους ἐξεπλήρωσε θυσίας οὐδὲν τῶν κατὰ νόμον παραλιπών.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.285 Joseph. AJ 19.291 (English) >>Joseph. AJ 19.295

Powered by PhiloLogic